Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.219 Dem. 21.222 (English) >>Dem. 21.226

21.221ὁρᾶτε δέ· αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον, εἷς ἕκαστος ὑμῶν, μὲν θᾶττον ἴσως, δὲ σχολαίτερον, οἴκαδʼ ἄπεισιν οὐδὲν φροντίζων οὐδὲ μεταστρεφόμενος οὐδὲ φοβούμενος, οὔτʼ εἰ φίλος οὔτʼ εἰ μὴ φίλος αὑτῷ συντεύξεταί τις, οὐδέ γʼ εἰ μέγας μικρός, ἰσχυρὸς ἀσθενής, οὐδὲ τῶν τοιούτων οὐδέν. τί δήποτε; ὅτι τῇ ψυχῇ τοῦτʼ οἶδε καὶ θαρρεῖ καὶ πεπίστευκε τῇ πολιτείᾳ, μηδένʼ ἕλξειν μηδʼ ὑβριεῖν μηδὲ τυπτήσειν. 21.222εἶτʼ ἐφʼ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε; καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς; θάρρει νὴ Δία, φήσειέ τις ἄν· οὐ γὰρ ἔτʼ οὐδὲν ὑβρισθήσει. ἐὰν δέ, τότʼ ὀργιεῖσθε, νῦν ἀφέντες; μηδαμῶς, ἄνδρες δικασταί, μὴ προδῶτε μήτʼ ἐμὲ μήθʼ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους. 21.223καὶ γὰρ αὐτὸ τοῦτʼ εἰ ʼθέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτʼ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θʼ ὁποσουσοῦν πόλις καθίσῃ, οὔτε τῷ μεθʼ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτʼ ἄν, οὔτε τῷ τὰ σώματʼ ἄριστʼ ἔχειν καὶ μάλιστʼ ἰσχύειν τοὺς δικάζοντας, οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.219 Dem. 21.222 (English) >>Dem. 21.226

Powered by PhiloLogic